Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.224 | Dem. 19.228 (English) | >>Dem. 19.230 |
19.226οὐκοῦν δεινόν , ὦ ἄνδρες Ἀθηναῖοι , καὶ σχέτλιον τοῖς μὲν τὰ Φιλίππου πράγμαθʼ ᾑρημένοις θεραπεύειν οὕτως ἀκριβῆ τὴν παρʼ ἐκείνου πρὸς ἑκάτερʼ αἴσθησιν ὑπάρχειν , ὥσθʼ ἕκαστον , ὥσπερ ἂν παρεστηκότος αὐτοῦ , μηδʼ ὧν ἂν ἐνθαδὶ πράξῃ μηδὲν ἡγεῖσθαι λήσειν , ἀλλὰ φίλους τε νομίζειν οὓς ἂν ἐκείνῳ δοκῇ καὶ μὴ φίλους ὡσαύτως , τοῖς δὲ πρὸς ὑμᾶς ζῶσι καὶ τῆς παρʼ ὑμῶν τιμῆς γλιχομένοις καὶ μὴ προδεδωκόσι ταύτην τοσαύτην κωφότητα καὶ τοσοῦτο σκότος παρʼ ὑμῶν ἀπαντᾶν , ὥστε τοῖς ἀλειτηρίοις τούτοις ἐξ ἴσου νῦν ἔμʼ ἀγωνίζεσθαι , καὶ ταῦτα παρʼ ὑμῖν τοῖς ἅπαντʼ εἰδόσιν .
19.227βούλεσθʼ οὖν εἰδέναι καὶ ἀκοῦσαι τὸ τούτων αἴτιον ; ἐγὼ δὴ φράσω , ἀξιῶ δὲ μηδένʼ ἄχθεσθαί μοι λέγοντι τἀληθῆ . ὅτι ἐκεῖνος μὲν ἕν , οἶμαι , σῶμʼ ἔχων καὶ ψυχὴν μίαν παντὶ θυμῷ καὶ φιλεῖ τοὺς ἑαυτὸν εὖ ποιοῦντας καὶ μισεῖ τοὺς τἀναντία , ὑμῶν δʼ ἕκαστος πρῶτον μὲν οὔτε τὸν εὖ ποιοῦντα τὴν πόλιν αὑτὸν εὖ ποιεῖν ἡγεῖται ,
19.228οὔτε τὸν κακῶς <κακῶς >, ἀλλʼ ἕτερʼ ἐστὶν ἑκάστῳ προυργιαίτερα , ὑφʼ ὧν παράγεσθε πολλάκις , ἔλεος , φθόνος , ὀργή , χαρίσασθαι τῷ δεηθέντι , ἄλλα μυρία · ἂν δʼ ἄρʼ ἅπαντά τις ἐκφύγῃ , ἀλλὰ τούς γʼ οὐδένα βουλομένους εἶναι τοιοῦτον οὐ διαφεύξεται . ἡ δʼ ἐφʼ ἑκάστου τούτων ἁμαρτία κατὰ μικρὸν ὑπορρέουσα ἁθρόος τῇ πόλει βλάβη γίγνεται .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.224 | Dem. 19.228 (English) | >>Dem. 19.230 |